Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.301 Joseph. BJ 6.307 (English) >>Joseph. BJ 6.314

6.305ἀπεκρίνατο πληγήναἰαὶ Ἱεροσολύμοις.” τοῦ δʼ Ἀλβίνου διερωτῶντος, οὗτος γὰρ ἔπαρχος ἦν, τίς εἴη καὶ πόθεν, καὶ διὰ τί ταῦτα φθέγγοιτο, πρὸς ταῦτα μὲν οὐδʼ ὁτιοῦν ἀπεκρίνατο, τὸν δὲ ἐπὶ τῇ πόλει θρῆνον εἴρων οὐ διέλειπεν, μέχρι καταγνοὺς μανίαν Ἀλβῖνος ἀπέλυσεν αὐτόν. 6.306 δὲ τὸν μέχρι τοῦ πολέμου χρόνον οὔτε προσῄει τινὶ τῶν πολιτῶν οὔτε ὤφθη λαλῶν, ἀλλὰ καθʼ ἡμέραν ὥσπερ εὐχὴν μεμελετηκώςαἰαὶ Ἱεροσολύμοιςἐθρήνει. 6.307οὔτε δέ τινι τῶν τυπτόντων αὐτὸν ὁσημέραι κατηρᾶτο οὔτε τοὺς τροφῆς μεταδιδόντας εὐλόγει, μία δὲ πρὸς πάντας ἦν σκυθρωπὴ κλῃδὼν ἀπόκρισις. 6.308μάλιστα δʼ ἐν ταῖς ἑορταῖς ἐκεκράγει· καὶ τοῦτʼ ἐφʼ ἑπτὰ ἔτη καὶ μῆνας πέντε εἴρων οὔτʼ ἤμβλυνεν τὴν φωνὴν οὔτʼ

-- --

ἔκαμεν, μέχρις οὗ κατὰ τὴν πολιορκίαν ἔργα τῆς κλῃδόνος ἰδὼν ἀνεπαύσατο. 6.309περιιὼν γὰρ ἀπὸ τοῦ τείχουςαἰαὶ πάλιν τῇ πόλει καὶ τῷ λαῷ καὶ τῷ ναῷδιαπρύσιον ἐβόα, ὡς δὲ τελευταῖον προσέθηκεναἰαὶ δὲ κἀμοί”, λίθος ἐκ τοῦ πετροβόλου σχασθεὶς καὶ πλήξας αὐτὸν παραχρῆμα κτείνει, φθεγγομένην δʼ ἔτι τὰς κλῃδόνας ἐκείνας τὴν ψυχὴν ἀφῆκε. 6.310

Ταῦτά τις ἐννοῶν εὑρήσει τὸν μὲν θεὸν ἀνθρώπων κηδόμενον καὶ παντοίως προσημαίνοντα τῷ σφετέρῳ γένει τὰ σωτήρια, τοὺς δʼ ὑπʼ ἀνοίας καὶ κακῶν αὐθαιρέτων ἀπολλυμένους,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.301 Joseph. BJ 6.307 (English) >>Joseph. BJ 6.314

Powered by PhiloLogic